Αν σε μισήσουν: αγάπησέ τους, Αν σε πληγώσουν: λάτρεψέ τους, Αν σε πικράνουν: συγχώρεσέ τους... Μην ξεχνάς: ΕΙΝΑΙ ΑΝΘΡΩΠΟΙ!

Παρασκευή, 22 Απριλίου 2011

Μ. Παρασκευη: Ω ΓΛΥΚΥ ΜΟΥ ΕΑΡ.



Με την φωνη της Γλυκεριας....
Αι γενεαί πάσαι, ύμνον τη Ταφή σου, προσφέρουσι Χριστέ μου
 Καθελών του ξύλου, ο Αριμαθείας, εν τάφω σε κηδεύει

 Μυροφόροι ήλθον, μύρα σοι, Χριστέ μου, κομίζουσαι προφρόνως
 Δεύρο πάσα κτίσις, ύμνους εξοδίους, προσοίωμεν τω Κτίστη
 Ους έθρεψε το μάννα, εκίνησαν την πτέρναν, κατά του ευεργέτου
 Ιωσήφ κηδεύει, συν τω Νικοδήμω, νεκροπρεπώς τον Κτίστην
 Ω γλυκύ μου έαρ, γλυκύτατόν μου Τέκνον, πού έδυ σου το κάλλος
 Υιέ Θεού παντάναξ, Θεέ μου πλαστουργέ μου, πώς πάθος κατεδέξω
 Έρραναν τον τάφον αι Μυροφόροι μύρα, λίαν πρωί ελθούσαι
 Ω Τριάς Θεέ μου, Πατήρ Υιός και Πνεύμα, ελέησον τον κόσμον
Ιδείν την του Υιού σου, Ανάστασιν, Παρθένε, αξίωσον σους δούλους
Αί γενεαί πάσαι ύμνον τη ταφή σου προσφέρουσι, Χριστέ μου
Καθελών του ξύου ο Αριμαθείας εν τάφω σε κηδεύει
 Μυροφόροι ήλθον μύρα σοι, Χριστέ μου κομίζουσαι προφρόνως
Δεύρο, πάσα κτίσις ύμνους εξοδίους προσοίσωμεν τω Κτίστη
 Ως νεκρόν τον ζώντα συν μυροφόροις πάντες μυρίσωμεν εμφρόνως
Ιωσήφ τρισμάκαρ κήδευσον το σώμα Χριστού του Ζωοδότου
Ούς έθρεψε το μάννα εκίνησαν την πτέρναν κατά του ευεργέτου
Ούς έθρεψε το μάννα φέρουσι τω Σωτήρι χολήν άμα και όξος

Ω της παραφροσύνης και της Χριστοκτονίας της των Προφητοκτόνων
Ως άφρων υπηρέτης προδέδωκεν ο μύστης την άβυσσον σοφίας
Τον ρύστην ο πωλήσας αιχμάλωτος κατέστη ο δόλιος Ιούδας
Κατά τον Σολομώντα βόθρος βαθύς το στόμα Εβραίων παρανόμων
Εβραίων παρανόμων εν σκολιαίς πορείαις τρίβολοι και παγίδες
Ιωσήφ κηδεύει μετά του Νικοδήμου νεκροπρεπώς τον Κτίστην
Ζωοδότα Σώτερ δόξα σου τω κράτει τον Άδην καθελόντι
Ύπτιον ορώσα η Πάναγνός σε, Λόγε μητροπρεπώς εθρήνει

Ω γλυκύ μου έαρ γλυκύτατόν μου τέκνον που έδυ σου το κάλλος
Θρήνον συνεκίνει η Πάναγνός σου Μήτηρ Σού, Λόγε, νεκρωθέντος
Γύναια συν μύροις ήκουσι μυρίσαι Χριστόν το θείον μύρον
Θάνατον θανάτω συ θανατοίς, Θεέ μου θεία σου δυναστεία

Πεπλάνηται ο πλάνος ο πλανηθείς λυτρούται σοφία ση, Θεέ μου
Προς τον πυθμένα Άδου κατήχθη ο προδότης διαφθοράς εις φρέαρ
Τρίβολοι και παγίδες οδοί του τρισαθλίου παράφρονος Ιούδα
Σαναπολούνται πάντες οι σταυρωταί σου, Λόγε Υιέ Θεού Παντάναξ
Διαφθοράς εις φρέαρ συναπολούνται πάντες οι άνδρες των αιμάτων
Υιέ Θεού παντάναξ Θεέ μου πλαστουργέ μου πώς πάθος κατεδέξω
Η Δάμαλις τον Μόσχον εν ξύλω κρεμασθέντα ηλάλαζεν ορώσα
Σώμα το ζωηφόρον ο Ιωσήφ κηδεύει μετά του Νικοδήμου
Ανέκραζεν η Κόρη θερμώς δακρυρρούσα τα σπλάγχνα κεντουμένη
Ω φως των οφθαλμών μου γλυκύτατόν μου τέκνον πως τάφω νύν καλύπτη
Τον Αδάμ και Εύαν ελευθερώσαι, Μήτερ μη θρήνει, ταύτα πάσχω
Δοξάζω σου, Υιέ μου την άκραν ευσπλαγχνίαν ης χάριν ταύτα πάσχεις
Όξος εποτίσθης και χολήν, Οικτίρμον την πάλαι λύων γεύσιν
Ικρίω προσεπάγης ο πάλαι τον λαόν σου στύλω νεφέλης σκέπων
Αι μυροφόροι, Σώτερ τω τάφω προσελθούσαι προσέφερόν σοι μύρα
Ανάστηθι, Οικτίρμον ημάς εκ των βαράθρων εξανιστών του Άδου
Ανάστα, Ζωοδότα η σε τεκούσα Μήτηρ δακρυρρούσα λέγει
Σπεύσον εξαναστήναι την λύπην λύων, Λόγε της σε αγνώς τεκούσης
Ουράνιαι Δυνάμεις εξέστησαν τω φόβω νεκρόν σε καθορώσαι
Τοις πόθω τε και φόβω τα πάθη σου τιμώσι δίδου πταισμάτων λύσιν
Ω φρικτόν και ξένον θαύμα Θεού Λόγε πως γη σε συγκαλύπτει
Φέρων πάλαι φεύγει Σώτερ, Ιωσήφ σε και νύν σε άλλος θάπτει
Κλαίει και θρηνεί Σε η Πάναγνός σου Μήτηρ Σωτήρ μου, νεκρωθέντα

Φρίττουσιν οι νόες την ξένην και φρικτήν σου ταφήν του πάντων κτίστου
Έρρανον τον τάφον αι μυροφόροι μύρα λίαν πρωΐ ελθούσαι
Ειρήνην Εκκλησία λαώ σου σωτηρίαν δώρησαι ση εγέρσει
Ω Τριάς Θεέ μου Πατήρ, Υιός και Πνεύμα ελέησον τον κόσμον
Ιδείν την του Υιού σου Ανάστασιν, Παρθένε αξίωσον σους δούλους

Αι γενεαί πάσαι ύμνον τη ταφή Σου προσφέρουσι, Χριστέ μου

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου

Σε ευχαριστώ που ήρθες να με επισκεφτείς, Μιας και ήρθες κανε τον κόπο και γράψε εδώ το σχόλιο σου!